Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.174.2 | Hdt. 2.175.3 (English) | >>Hdt. 2.176.2 |
2.175.1
καὶ τοῦτο μὲν ἐν Σάι τῇ Ἀθηναίῃ προπύλαια θωμάσια οἷα ἐξεποίησε , πολλὸν πάντας ὑπερβαλόμενος τῷ τε ὕψεϊ καὶ τῷ μεγάθεϊ , ὅσων τε τὸ μέγαθος λίθων ἐστὶ καὶ ὁκοίων τεῶν · τοῦτο δὲ κολοσσοὺς μεγάλους καὶ ἀνδρόσφιγγας περιμήκεας ἀνέθηκε , λίθους τε ἄλλους ἐς ἐπισκευὴν ὑπερφυέας τὸ μέγαθος ἐκόμισε .
2.175.2 ἠγάγετο δὲ τούτων τοὺς μὲν ἐκ τῶν κατὰ Μέμφιν ἐουσέων λιθοτομιέων , τοὺς δὲ ὑπερμεγάθεας ἐξ Ἐλεφαντίνης πόλιος πλόον καὶ εἴκοσι ἡμερέων ἀπεχούσης ἀπὸ Σάιος .
2.175.3 τὸ δὲ οὐκ ἥκιστα αὐτῶν ἀλλὰ μάλιστα θωμάζω , ἔστι τόδε · οἴκημα μουνόλιθον ἐκόμισε ἐξ Ἐλεφαντίνης πόλιος , καὶ τοῦτο ἐκόμιζον μὲν ἐπʼ ἔτεα τρία , δισχίλιοι δέ οἱ προσετετάχατο ἄνδρες ἀγωγέες , καὶ οὗτοι ἅπαντες ἦσαν κυβερνῆται . τῆς δὲ στέγης ταύτης τὸ μὲν μῆκος ἔξωθεν ἐστὶ εἷς τε καὶ εἴκοσι πήχεες , εὖρος δὲ τεσσερεσκαίδεκα , ὕψος δὲ ὀκτώ .
2.175.4 ταῦτα μὲν τὰ μέτρα ἔξωθεν τῆς στέγης τῆς μουνολίθου ἐστί , ἀτὰρ ἔσωθεν τὸ μῆκος ὀκτωκαίδεκα πηχέων καὶ πυγόνος ..., noteτὸ δὲ ὕψος πέντε πηχέων ἐστί . αὕτη τοῦ ἱροῦ κέεται παρὰ τὴν ἔσοδον ·
2.175.5 ἔσω γάρ μιν ἐς τὸ ἱρόν φασι τῶνδε εἵνεκα οὐκ ἐσελκύσαι · τὸν ἀρχιτέκτονα αὐτῆς ἑλκομένης τῆς στέγης ἀναστενάξαι , οἷά τε χρόνου ἐγγεγονότος πολλοῦ καὶ ἀχθόμενον τῷ ἔργῳ , τὸν δὲ Ἄμασιν ἐνθύμιον ποιησάμενον οὐκ ἐᾶν ἔτι προσωτέρω ἑλκύσαι . ἤδη δέ τινες λέγουσι ὡς ἄνθρωπος διεφθάρη ὑπʼ αὐτῆς τῶν τις αὐτὴν μοχλευόντων , καὶ ἀπὸ τούτου οὐκ ἐσελκυσθῆναι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.174.2 | Hdt. 2.175.3 (English) | >>Hdt. 2.176.2 |